ΥΜΝΟΙ ΕΟΡΤΗΣ ΝΕΟΥ ΕΤΟΥΣ

τσακανίκα

 

  1. Ἀπολυτίκιον Κυριακῆς, ἦχος πλάγιος δ΄. Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφήν κατεδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν· ἡ ζωή καί ἡ ἀνάστασις ἡμῶν, Κύριε, δόξα σοι.

 

  1. Ἐξαποστειλάριον. Ἐπεφάνη ὁ Σωτήρ, ἡ χάρις ἡ ἀλήθεια, ἐν ρείθροις τοῦ Ἰορδάνου, καί τούς ἐν σκότει καί σκιᾷ καθεύδοντας ἐφώτισε· καί γάρ ἦλθεν, ἐφάνη, τό φῶς τό ἀπρόσιτον.

 

  1. Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον τῇ οἰκουμένῃ, καί τό φῶς σου, Κύριε, ἐσημειώθη ἐφ᾿ ἡμᾶς, ἐν ἐπιγνώσει ὑμνοῦντας σε· ἦλθες, ἐφάνης, τό φῶς τό ἀπρόσιτον

 

  1. Ἀπολυτίκιον Θεοφανείων. Ἐν Ἰορδάνῃ βαπτιζομένου σου, Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γάρ Γεννήτορος ἡ φωνή προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱόν ὀνομάζουσα· καί τό Πνεῦμα ἐν εἴδει περιστερᾶς ἐβεβαίου τοῦ λόγου τό ἀσφαλές. Ὁ ἐπιφανείς, Χριστέ ὁ Θεός, καί τόν κόσμον φωτήσας, δόξα σοι.

 

  1. Ἀπολυτίκιον Μ. Βασιλείου στήν τελετή τῆς Βασιλίπιτας. Εἰς πᾶσαν τήν γῆν ἐξῆλθεν ὁ φθόγγος σου ὡς δεξαμένην τόν λόγον σου, δι᾿ οὗ θεοπρεπῶς ἐδογμάτισας, τήν φύσιν τῶν ὄντων ἐτράνωσας, τά τῶν ἀνθρώπων ἤθη κατεκόσμησας· βασίλειον ἱεράτευμα, πάτερ ὅσιε, Χριστόν τόν Θεόν ἱκέτευε δωρήσασθαι ἡμῖν τό μέγα ἔλεος.

Μαρία Τσακανίκα

Leave a Reply

Η ηλ. διεύθυνσή σας δεν δημοσιεύεται. Τα υποχρεωτικά πεδία σημειώνονται με *